- 텍스트

Aristophanes, Lysistrata, Parodos, tetrameters

(아리스토파네스, Lysistrata, Parodos, tetrameters)

ἐάσον ὦ.? τουτὶ τί ἦν· ὦνδρες πόνῳ πόνηροι: οὐ γάρ ποτ ἂν χρηστοί γ ἔδρων οὐδ εὐσεβεῖς τάδ ἄνδρες. τουτὶ τὸ πρᾶγμ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει: ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ. τί βδύλλεθ ἡμᾶς· οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι· καὶ μὴν μέρος γ ἡμῶν ὁρᾶτ οὔπω τὸ μυριοστόν. ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί· οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ ἐχρῆν τιν αὐταῖς· θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ, ὅπως ἂν ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μ ἐμποδίζῃ. εἰ νὴ Δί ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον. καὶ μὴν ἰδοὺ παταξάτω τις: στᾶς ἐγὼ παρέξω, κοὐ μή ποτ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται. εἰ μὴ σιωπήσει, θενών σου κκοκκιῶ τὸ γῆρας. ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών. τί δ ἢν σποδῶ τοῖς κονδύλοις· τί μ ἐργάσει τὸ δεινόν· βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ ἐξαμήσω. οὐκ ἔστ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής: οὐδὲν γὰρ οὕτω θρέμμ ἀναιδές ἐστιν ὡς γυναῖκες. αἰρώμεθ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη. τί δ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρ ὕδωρ ἔχους ἀφίκου· τί δαὶ σὺ πῦρ ὦ τύμβ ἔχων· ὡς σαυτὸν ἐμπυρεύσων· ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω. ἐγὼ δέ γ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι. τοὐμὸν σὺ πῦρ κατασβέσεις· τοὔργον τάχ αὐτὸ δείξει. οὐκ οἶδά ς εἰ τῇδ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω. εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν <γ> ἐγὼ παρέξω. ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά· καὶ ταῦτα νυμφικόν γε. ἤκουσας αὐτῆς τοῦ θράσους· ἐλευθέρα γάρ εἰμι. σχήσω ς ἐγὼ τῆς νῦν βοῆς. ἀλλ οὐκέθ ἡλιάζει. ἔμπρησον αὐτῆς τὰς κόμας. σὸν ἔργον ὦχελῷε. οἴμοι τάλας. μῶν θερμὸν ἦν· ποῖ θερμόν· οὐ παύσει· τί δρᾷς· ἄρδω ς ὅπως ἂν βλαστάνῃς. ἀλλ αὐό῀ς εἰμ ἤδη τρέμων. οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION