- 텍스트

Aristophanes, Lysistrata, Prologue 5:

(아리스토파네스, Lysistrata, Prologue 5:)

ἀλλ ἔστι καὶ τοῦτ εὖ παρεσκευασμένον:? καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον. ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἑώς ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν. παντᾷ κ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς. τί δῆτα ταῦτ οὐχ ὡς τάχιστ ὦ Λαμπιτοῖ ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ· πάρφαινε μὰν τὸν ὁρ´κον, ὡς ὀμιόμεθα. καλῶς λέγεις. ποῦ σθ ἡ Σκύθαινα· ποῖ βλέπεις· θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, καί μοι δότω τὰ τόμιά τις. Λυσιστράτη τίν ὁρ´κον ὁρκώσεις ποθ ἡμᾶς· ὅντινα· εἰς ἀσπίδ, ὥσπερ φάς ἐν Αἰσχύλῳ ποτέ, μηλοσφαγούσας. μὴ σύ γ ὦ Λυσιστράτη εἰς ἀσπίδ ὀμόσῃς μηδὲν εἰρήνης πέρι. τίς ἂν οὖν γένοιτ ἂν ὁρ´κος· εἰ λευκόν ποθεν ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα. ποῖ λευκὸν ἵππον· ἀλλὰ πῶς ὀμούμεθα ἡμεῖς· ἐγώ σοι νὴ Δί, ἢν βούλῃ, φράσω. θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον ὀμόσωμεν ἐς τὴν κύλικα μὴ πιχεῖν ὕδωρ. φεῦ δᾶ τὸν ὁρ´κον ἄφατον ὡς ἐπαινίω. φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον. ὦ φίλταται γυναῖκες, <ὁ> κεραμεὼν ὅσος. ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών. καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου. δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία, τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής. εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς. καὶ μὰν ποτόδδει γ ἁδὺ ναὶ τὸν Κάστορα. ἐᾶτε πρώτην μ ὦ γυναῖκες ὀμνύναι. μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς. λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ: λεγέτω δ ὑπὲρ ὑμῶν μί ἅπερ ἂν κἀγὼ λέγω: ὑμεῖς δ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε. οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ ἀνήρ - οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ ἀνήρ - ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION