- 텍스트

Aristophanes, Lysistrata, Prologue 4:

(아리스토파네스, Lysistrata, Prologue 4:)

μὰ Δί οὐδ ἐγὼ γάρ, ἀλλ ὁ πόλεμος ἑρπέτω.? ταυτὶ σὺ λέγεις ὦ ψῆττα· καὶ μὴν ἄρτι γε ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ. ἄλλ ἄλλ ὅ τι βούλει: κἄν με χρῇ διὰ τοῦ πυρὸς ἐθέλω βαδίζειν: τοῦτο μᾶλλον τοῦ πέους. οὐδὲν γὰρ οἱο῀ν ὦ φίλη Λυσιστράτη. τί δαὶ σύ· κἀγὼ βούλομαι διὰ τοῦ πυρός. ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος, οὐκ ἐτὸς ἀφ ἡμῶν εἰσιν αἱ τραγῳδίαι. οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη. ἀλλ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ μόνη μετ ἐμοῦ, τὸ πρᾶγμ ἀνασωσαίμεσθ ἔτ <ἄν>, ξυμψήφισαί μοι. χαλεπὰ μὲν ναὶ τὼ σιὼ γυναῖκάς ἐσθ ὑπνῶν ἄνευ ψωλᾶς μόνας. ὅμως γα μάν: δεῖ τᾶς γὰρ εἰράνας μάλ αὖ. ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή. εἰ δ ὡς μάλιστ ἀπεχοίμεθ οὗ σὺ δὴ λέγεις, ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ γένοιτ ἂν εἰρήνη· πολύ γε νὴ τὼ θεώ. εἰ γὰρ καθοίμεθ ἔνδον ἐντετριμμέναι, κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, στύοιντο δ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ ἀπεχοίμεθα, σπονδὰς ποιήσαιντ ἂν ταχέως, εὖ οἶδ ὅτι. ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ γυμνᾶς παραϊδὼν ἐξέβαλ, οἰῶ, τὸ ξίφος. τί δ ἢν ἀφιῶς ἅνδρες ἡμᾶς ὦ μέλε· τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην. φλυαρία ταῦτ ἐστὶ τὰ μεμιμημένα. ἐὰν λαβόντες δ ἐς τὸ δωμάτιον βίᾳ ἕλκωσιν ἡμᾶς· ἀντέχου σὺ τῶν θυρῶν. ἐὰν δὲ τύπτωσιν· παρέχειν χρὴ κακὰ κακῶς. οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν. κἄλλως ὀδυνᾶν χρή: κἀμέλει ταχέως πάνυ ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ εὐφρανθήσεται ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ. εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ. καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν: τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν· ἡμεῖς ἀμέλει σοι τά γε παρ ἡμῖν πείσομεν. οὐχ ἇς πόδας κ ἔχωντι ταὶ τριήρεες, καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION