호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ αὐτὰ γάρ τοι κἄσθ ἃ σώσειν προσδοκῶ, τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.? τίνα δὴ τρόπον ποθ· ὥστε τῶν νῦν μηδένα ἀνδρῶν ἐπ ἀλλήλοισιν ἄρεσθαι δόρυ - κροκωτὸν ἄρα νὴ τὼ θεὼ γὼ βάψομαι. μηδ ἀσπίδα λαβεῖν - Κιμμερικὸν ἐνδύσομαι. μηδὲ ξιφίδιον. κτήσομαι περιβαρίδας. ἆρ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ ἐχρῆν· οὐ γὰρ μὰ Δί ἀλλὰ πετομένας ἥκειν πάλαι. ἀλλ ὦ μέλ ὄψει τοι σφόδρ αὐτὰς Ἀττικάς, ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον. ἀλλ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα, οὐδ ἐκ Σαλαμῖνος. ἀλλ ἐκεῖναί γ οἶδ ὅτι ἐπὶ τῶν κελήτων διαβεβήκας ὄρθριαι. οὐδ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων γυναῖκας, οὐχ ἥκουσιν. ἡ γοῦν Θεογένους ὡς δεῦρ ἰοῦσα θοὐκάταιον ἤρετο. ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες. αἱδί θ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού, πόθεν εἰσίν· Ἀναγυρουντόθεν. νὴ τὸν Δία: ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ. μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη· τί φῄς· τί σιγᾷς· οὔ ς ἐπαινῶ Μυρρίνη ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος. μόλις γὰρ ηὑρ῀ον ἐν σκότῳ τὸ ζώνιον. ἀλλ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε. μὰ Δί ἀλλ ἐπαναμείνωμεν ὀλίγου γ οὕνεκα τάς τ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων γυναῖκας ἐλθεῖν. πολὺ σὺ κάλλιον λέγεις. ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ. οἱο῀ν τὸ κάλλος γλυκυτάτη σου φαίνεται. ὡς δ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. κἂν ταῦρον ἄγχοις. μάλα γ οἰῶ ναὶ τὼ σιώ: γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι. ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις. ᾇπερ ἱερεῖόν τοί μ ὑποψαλάσσετε. ἡδὶ δὲ ποδαπή σθ ἡ νεᾶνις ἡτέρα·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기