호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν, ἢ ς Πανὸς ἢ πὶ Κωλιάδ ἢ ς Γενετυλλίδος, οὐδ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.? νῦν δ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή: πλὴν ἥ γ ἐμὴ κωμῆτις ἥδ ἐξέρχεται. χαῖρ ὦ Καλονίκη. καὶ σύ γ ὦ Λυσιστράτη. τί συντετάραξαι· μὴ σκυθρώπαζ ὦ τέκνον. οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. ἀλλ ὦ Καλονίκη κάομαι τὴν καρδίαν, καὶ πόλλ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι, ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα εἶναι πανοῦργοι - καὶ γάρ ἐσμεν νὴ Δία. εἰρημένον δ αὐταῖς ἀπαντᾶν ἐνθάδε βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος, εὕδουσι κοὐχ ἥκουσιν. ἀλλ ὦ φιλτάτη ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος. ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ ἐκύπτασεν, ἡ δ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον κατέκλινεν, ἡ δ ἔλουσεν, ἡ δ ἐψώμισεν. ἀλλ ἕτερά τἄρ ἦν τῶνδε προὐργιαίτερα αὐταῖς. τί δ ἐστὶν ὦ φίλη Λυσιστράτη, ἐφ ὅ τι ποθ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς· τί τὸ πρᾶγμα· πηλίκον τι· μέγα. μῶν καὶ παχύ· καὶ νὴ Δία παχύ. κᾆτα πῶς οὐχ ἥκομεν· οὐχ οὗτος ὁ τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν. ἀλλ ἔστιν ὑπ ἐμοῦ πρᾶγμ ἀνεζητημένον πολλαῖσί τ ἀγρυπνίαισιν ἐρριπτασμένον. ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον. οὕτω γε λεπτὸν ὥσθ ὅλης τῆς Ἑλλάδος ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία. ἐν ταῖς γυναιξίν· ἐπ ὀλίγου γ ὠχεῖτ ἄρα. ὡς ἔστ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα, ἢ μηκέτ εἶναι μήτε Πελοποννησίους - βέλτιστα τοίνυν μηκέτ εἶναι νὴ Δία. Βοιωτίους τε πάντας ἐξολωλέναι. μὴ δῆτα πάντας γ, ἀλλ ἄφελε τὰς ἐγχέλεις. περὶ τῶν Ἀθηνῶν δ οὐκ ἐπιγλωττήσομαι τοιοῦτον οὐδέν: ἀλλ ὑπονόησον σύ μοι. ἢν δὲ ξυνέλθως αἱ γυναῖκες ἐνθάδε αἵ τ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα. τί δ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο ἢ λαμπρόν, αἳ καθήμεθ ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι καὶ Κιμμερίκ ὀρθοστάδια καὶ περιβαρίδας·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기