- 텍스트

Aristophanes, Ecclesiazusae, Episode

(아리스토파네스, Ecclesiazusae, Episode)

ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δ ἐγώ, αὐτή τέ μοι δέσποινα μακαριωτάτη, ὑμεῖς θ ὅσαι παρέστατ ἐπὶ ταῖσιν θύραις οἱ γείτονές τε πάντες οἵ τε δημόται, ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος, ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν, ἀγαθοῖσιν ὦ Ζεῦ:? πολὺ δ ὑπερπέπαικεν αὖ τούτων ἁπάντων τὰ Θάσι ἀμφορείδια. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον: τὰ δ ἄλλ ἀπανθήσαντα πάντ ἀπέπτετο: ὥστ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ ὦ θεοί. κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθ ὅλην ἐκλεγομένας ὅ τι ἂν μάλιστ ὀσμὴν ἔχῃ. ἀλλ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην, τὸν ἄνδρ, ὅπου στί, τῆς ἐμῆς κεκτημένης. αὐτοῦ μένους ἡμῖν γ ἂν ἐξευρεῖν δοκεῖς. μάλισθ: ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται. ὦ δέσποτ ὦ μακάριε καὶ τρισόλβιε. ἐγώ· σὺ μέντοι νὴ Δί ὥς γ οὐδεὶς ἀνήρ. τίς γὰρ γένοιτ ἂν μᾶλλον ὀλβιώτερος, ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος· εὐδαιμονικόν γ ἄνθρωπον εἴρηκας σαφῶς. ποῖ ποῖ βαδίζεις· ἐπὶ τὸ δεῖπνον ἔρχομαι. νὴ τὴν Ἀφροδίτην πολύ γ ἁπάντων ὕστατος. ὅμως δ ἐκέλευε συλλαβοῦσάν μ ἡ γυνὴ ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας. οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος καὶ τἄλλ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε, καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει, καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει, ἴτω μεθ ἡμῶν: πάντα γὰρ παρέξομεν. οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς καὶ μὴ παραλείψεις μηδέν, ἀλλ ἐλευθέρως καλεῖς γέροντα μειράκιον παιδίσκον· ὡς τὸ δεῖπνον αὐτοῖς ἐστ ἐπεσκευασμένον ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε. ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη πείξομαι: ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς. τί δῆτα διατρίβεις ἔχων, ἀλλ οὐκ ἄγεις τασδὶ λαβών· ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν. σμικρὸν δ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION