호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ ἔχει, χωρεῖτ ἐπείγεσθ εὐθὺ τῆς στρατηγίδος, ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις φράσῃ καθ ἕκαστον ἄνδρ ὅποι δειπνήσετε:? ὡς αἱ τράπεζαί γ εἰσὶν ἐπινενησμέναι ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι, κλῖναί τε σισυρῶν καὶ δαπίδων νενασμέναι, κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες ἑστᾶς ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται, λαγῷ ἀναπηγνύασι, πόπανα πέττεται, στέφανοι πλέκονται, φρύγεται τραγήματα, χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται. Σμοῖος δ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια. Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε ἔχων, καχάζων μεθ ἑτέρου νεανίου: ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος. πρὸς ταῦτα χωρεῖθ, ὡς ὁ τὴν μᾶζαν φέρων ἕστηκεν: ἀλλὰ τὰς γνάθους διοίγνυτε. οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ ἔχων ἐνταῦθ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ· καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν· ἐπὶ δεῖπνον. οὐ δῆτ, ἤν γ ἐκείναις νοῦς ἐνῇ, πρίν γ ἂν ἀπενέγκῃς. ἀλλ ἀποίσω. πηνίκα· οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται. τί δή· ἑτέρους ἀποίσειν φήμ ἔθ ὑστέρους ἐμοῦ. βαδιεῖ δὲ δειπνήσων ὅμως· τί γὰρ πάθω· τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν τοὺς εὖ φρονοῦντας. ἢν δὲ κωλύσωσι, τί· ὁμός εἶμι κύψας. ἢν δὲ μαστιγῶσι, τί· καλούμεθ αὐτάς. ἢν δὲ καταγελῶσι, τί· ἐπὶ ταῖς θύραις ἑστώς - τί δράσεις· εἰπέ μοι. τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία. βάδιζε τοίνυν ὕστερος: σὺ δ ὦ Σίκων καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν. φέρε νυν ἐγώ σοι ξυμφέρω. μὴ μηδαμῶς. δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι, ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων. νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος, ὅπως τὰ μὲν ὄντα χρήμαθ ἕξω, τοισδεδὶ τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ. ὀρθῶς ἔμοιγε φαίνεται: βαδιστέον ὁμός ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기