- 텍스트

Aristophanes, Ecclesiazusae, Episode 3:

(아리스토파네스, Ecclesiazusae, Episode 3:)

ἔγωγε:? καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας ὁρῶ φέροντας. πάνυ γ ἂν οὖν Ἀντισθένης αὔτ εἰσενέγκοι: πολὺ γὰρ ἐμμελέστερον πρότερον χέσαι πλεῖν ἢ τριάκονθ ἡμέρας. οἴμωζε. Καλλίμαχος δ ὁ χοροδιδάσκαλος αὐτοῖσιν εἰσοίσει τι· πλείω Καλλίου. ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν. δεινά γε λέγεις. τί δεινόν· ὥσπερ οὐχ ὁρῶν ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα. οὐκ οἶσθ ἐκεῖν οὕδοξε τὸ περὶ τῶν ἁλῶν· ἔγωγε. τοὺς χαλκοῦς δ ἐκείνους ἡνίκα ἐψηφισάμεθ, οὐκ οἶσθα· καὶ κακόν γέ μοι τὸ κόμμ ἐγένετ ἐκεῖνο. πωλῶν γὰρ βότρυς μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων κἄπειτ ἐχώρουν εἰς ἀγορὰν ἐπ ἄλφιτα. ἔπειθ ὑπέχοντος ἄρτι μου τὸν θύλακον, ἀνέκραγ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα χαλκοῦν τὸ λοιπόν: ἀργύρῳ γὰρ χρώμεθα. τὸ δ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν τάλαντ ἔσεσθαι πεντακόσια τῇ πόλει τῆς τετταρακοστῆς, ἣν ἐπόρις Εὐριπίδης· κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην: ὅτε δὴ δ ἀνασκοπουμένοις ἐφαίνετο ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ οὐκ ἤρκεσεν, πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην. οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν, νῦν δ αἱ γυναῖκες. ἃς ἐγὼ φυλάξομαι νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου. οὐκ οἶδ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION