호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ Ζεύς σέ γ ἐπιτρίψειεν.? ἐπιτρίψουσι γάρ. οἴσειν δοκεῖς τιν ὅστις αὐτῶν νοῦν ἔχει· οὐ γὰρ πάτριον τοῦτ ἐστίν, ἀλλὰ λαμβάνειν ἡμᾶς μόνον δεῖ νὴ Δία: καὶ γὰρ οἱ θεοί: γνώσει δ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων: ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά, ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ ὑπτίαν οὐχ ὥς τι δώσοντ ἀλλ ὅπως τι λήψεται. ὦ δαιμόνι ἀνδρῶν ἐά με τῶν προὔργου τι δρᾶν. ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ ἱμάς· ὄντως γὰρ οἴσεις· ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν τωδὶ ξυνάπτω τὼ τρίποδε. τῆς μωρίας, τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι δράσουσιν εἶτα τηνικαῦτ ἤδη - τί δρᾶν· ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι. ἵνα δὴ τί· σεισμὸς εἰ γένοιτο πολλάκις ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ, παύσαιντ ἂν ἐσφέροντες ὦμβρόντητε σύ. χαρίεντα γοῦν πάθοιμ ἄν, εἰ μὴ χοιμ ὅποι ταῦτα καταθείμην. μὴ γὰρ οὐ λάβῃς ὅποι: θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς. τιή· ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ, ἅττ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους. οἴσουσιν ὦ τᾶν. ἢν δὲ μὴ κομίσωσι, τί· ἀμέλει κομιοῦσιν. ἢν δὲ μὴ κομίσωσι, τί· μαχούμεθ αὐτοῖς. ἢν δὲ κρείττους ὦσι, τί· ἄπειμ ἐάσας. ἢν δὲ πωλῶς αὐτά, τί· διαρραγείης. ἢν διαρραγῶ δέ, τί· καλῶς ποιήσεις. σὺ δ ἐπιθυμήσεις φέρειν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기