호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ καταθήσω τἀμά·? κακοδαίμων ἄρα ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος. μὰ τὸν Ποσειδῶ γ οὐδέποτ, ἀλλὰ βασανιῶ πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι. οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ, πρὶν <ἂν> ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ ὅπως ἔχει. οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται· πότερον μετοικιζόμενος ἐξενήνοχας αὔτ ἢ φέρεις ἐνέχυρα θήσων· οὐδαμῶς. τί δῆτ ἐπὶ στοίχου στὶν οὕτως· οὔτι μὴ Ιἕρωνι τῷ κήρυκι πομπὴν πέμπετε· μὰ Δί ἀλλ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους. μέλλεις ἀποφέρειν· πάνυ γε. κακοδαίμων ἄρ εἶ νὴ τὸν Δία τὸν σωτῆρα. πῶς· πῶς· ῥᾳδίως. τί δ· οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ· ποίοισιν ὦ δύστηνε· τοῖς δεδογμένοις. δεδογμένοισιν· ὡς ἀνόητος ἦσθ ἄρα. ἀνόητος· οὐ γάρ· ἠλιθιώτατος μὲν οὖν ἁπαξαπάντων. ὅτι τὸ ταττόμενον ποιῶ· τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα· μάλιστα πάντων. τὸν μὲν οὖν ἀβέλτερον. σὺ δ οὐ καταθεῖναι διανοεῖ· φυλάξομαι, πρὶν ἄν γ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται. τί γὰρ ἄλλο γ ἢ φέρειν παρεσκευασμένοι τὰ χρήματ εἰσίν· ἀλλ ἰδὼν ἐπειθόμην. λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς. λέξουσι γάρ. καί φασιν οἴσειν ἀράμενοι. φήσουσι γάρ. ἀπολεῖς ἀπιστῶν πάντ. ἀπιστήσουσι γάρ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기