호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἦσαν ἥττους:? ὁ δὲ κατεῖχε τῇ βοῇ, τὰς μὲν γυναῖκας πόλλ ἀγαθὰ λέγων, σὲ δὲ πολλὰ κακά. καὶ τί εἶπε· πρῶτον μέν ς ἔφη εἶναι πανοῦργον. καὶ σέ· μή πω τοῦτ ἔρῃ. κἄπειτα κλέπτην. ἐμὲ μόνον· καὶ νὴ Δία καὶ συκοφάντην. ἐμὲ μόνον· καὶ νὴ Δία τωνδὶ τὸ πλῆθος. τίς δὲ τοῦτ ἄλλως λέγει· γυναῖκα δ εἶναι πρᾶγμ ἔφη νουβυστικὸν καὶ χρηματοποιόν: κοὔτε τἀπόρρητ ἔφη ἐκ Θεσμοφόροιν ἑκάστοτ αὐτὰς ἐκφέρειν, σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί. καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ οὐκ ἐψεύσατο. ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη ἱμάτια χρυσί ἀργύριον ἐκπώματα μόνας μόναις, οὐ μαρτύρων ἐναντίον, καὶ ταῦτ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν, ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν. νὴ τὸν Ποσειδῶ μαρτύρων γ ἐναντίον. οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά, ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει. τί δῆτ ἔδοξεν· ἐπιτρέπειν γε τὴν πόλιν ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει οὔπω γεγενῆσθαι. καὶ δέδοκται· φήμ ἐγώ. ἅπαντά τ αὐταῖς ἐστι προστεταγμένα ἃ τοῖσιν ἀστοῖς ἔμελεν· οὕτω ταῦτ ἔχει. οὐδ ἐς δικαστήριον ἄρ εἶμ ἀλλ ἡ γυνή· οὐδ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ ἡ γυνή. οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ ἆρά μοι· μὰ Δί ἀλλὰ ταῖς γυναιξὶ ταῦτ ἤδη μέλει: σὺ δ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς. ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν, μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας ἔπειτ ἀναγκάζωσι πρὸς βίαν - τί δρᾶν· κινεῖν ἑαυτάς. ἢν δὲ μὴ δυνώμεθα· ἄριστον οὐ δώσουσι. σὺ δέ γε νὴ Δία δρᾶ ταῦθ, ἵν ἀριστᾷς τε καὶ κινῇς ἅμα. τὸ πρὸς βίαν δεινότατον. ἀλλ εἰ τῇ πόλει τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ ἄνδρα δρᾶν. λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων, ἀνόηθ ὅς ἂν καὶ μῶρα βουλευσώμεθα, ἅπαντ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν. καὶ ξυμφέροι γ ὦ πότνια Παλλὰς καὶ θεοί. ἀλλ εἶμι: σὺ δ ὑγίαινε. καὶ σύ γ ὦ Χρέμης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기