- 텍스트

Aristophanes, Ecclesiazusae, Episode 2:

(아리스토파네스, Ecclesiazusae, Episode 2:)

οὐδ ἄρ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών·? πόθεν· οὐδ εἰ μὰ Δία τότ ἦλθες ὅτε τὸ δεύτερον ἁλεκτρυὼν ἐφθέγγετ. οἴμοι δείλαιος. Ἀντίλοχ ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται. ἀτὰρ τί τὸ πρᾶγμ ἦν, ὅτι τοσοῦτον χρῆμ ὄχλου οὕτως ἐν ὡρ´ᾳ ξυνελέγη· τί δ ἄλλο γ ἢ ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας γνώμας καθεῖναι τῆς πόλεως· κᾆτ εὐθέως πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν. κἄπειθ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς, οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν, καὶ ταῦτα περὶ σωτηρίας προκειμένου, ὃς αὐτὸς αὑτῷ βλεφαρίδ οὐκ ἐσώσατο· ὁ δ ἀναβοήσας καὶ περιβλέψας ἔφη, τί δαί με χρῆν δρᾶν· σκόροδ ὁμοῦ τρίψαντ ὀπῷ τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας, ἔγωγ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον. μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν: αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν: κἄπειτ ἔλεξε δημοτικωτάτους λόγους: ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου καὐτόν: ἀλλ ὅμως ἐρῶ ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε. ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἡμῶν οὐδέν ἂν λάβοι ποτέ. ὅσοις δὲ κλίνη μή στι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας ἀπονενιμμένους ἐς τῶν σκυλοδεψῶν: ἢν δ ἀποκλῄῃ θύρᾳ χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω. νὴ τὸν Διόνυσον χρηστά γ: εἰ δ ἐκεῖνά γε προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν, τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά, ἵνα τοῦτ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν. μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας λευκός τις ἀνεπήδης ὅμοιος Νικίᾳ δημηγορήσων, κἀπεχείρησεν λέγειν ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν. εἶτ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι, τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ ἐκ τῶν ἀγρῶν ἀνεβορβόρυξαν. νοῦν γὰρ εἶχον νὴ Δία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION