- 텍스트

Aristophanes, Ecclesiazusae, Episode 1:

(아리스토파네스, Ecclesiazusae, Episode 1:)

κἄγωγ, ἐπειδὰν ἀποπατήσω:? νῦν δέ μου ἀχράς τις ἐγκλῄσας ἔχει τὰ σιτία. μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς· νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα. ἀτὰρ τί δράσω· καὶ γὰρ οὐδὲ τοῦτό με μόνον τὸ λυποῦν ἐστιν, ἀλλ ὅταν φάγω, ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος. νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις ποτ ἔσθ ἅνθρωπος ἁχραδούσιος. τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα· τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην· ἀλλ οἶδ, Ἀμύνων. ἀλλ ἴσως ἀρνήσεται. Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ. οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνι Εἰλείθυια μή με περιίδῃς διαρραγέντα μηδὲ βεβαλανωμένον, ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική. οὗτος τί ποιεῖς· οὔτι που χέζεις· ἐγώ· οὐ δῆτ ἔτι γε μὰ τὸν Δί, ἀλλ ἀνίσταμαι. τὸ τῆς γυναικὸς δ ἀμπέχει χιτώνιον· ἐν τῷ σκότῳ γὰρ τοῦτ ἔτυχον ἔνδον λαβών. ἀτὰρ πόθεν ἥκεις ἐτεόν· ἐξ ἐκκλησίας. ἤδη λέλυται γάρ· νὴ Δί ὄρθριον μὲν οὖν. καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ. τὸ τριώβολον δῆτ ἔλαβες· εἰ γὰρ ὤφελον. ἀλλ ὕστερος νῦν ἦλθον, ὥστ αἰσχύνομαι μὰ τὸν Δί οὐδέν ἄλλον ἢ τὸν θύλακον. τὸ δ αἴτιον τί· πλεῖστος ἀνθρώπων ὄχλος, ὅσος οὐδεπώποτ ἦλθ ἁθρόος ἐς τὴν πύκνα. καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία: ὥστ οὐκ ἔλαβον οὔτ αὐτὸς οὔτ ἄλλοι συχνοί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION