호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί τὸ πρᾶγμα·? ποῖ ποθ ἡ γυνὴ φρούδη στί μοι· ἐπεὶ πρὸς ἑώ νῦν γ ἔστιν, ἡ δ οὐ φαίνεται. ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ καὶ θοἰμάτιον: ὅτε δὴ δ ἐκεῖνο ψηλαφῶν οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ ἤδη τὴν θύραν ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον, καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι. ἀλλ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι· ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ· οὐ γάρ με νῦν χέζοντά γ οὐδεὶς ὄψεται. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην γυναῖχ: ὅσας εἴμ ἄξιος πληγὰς λαβεῖν. οὐ γάρ ποθ ὑγιὲς οὐδὲν ἐξελήλυθεν δράσους. ὅμως δ οὖν ἐστιν ἀποπατητέον. τίς ἔστιν· οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν· νὴ τὸν Δί αὐτὸς δῆτ ἐκεῖνος. εἰπέ μοι, τί τοῦτό σοι τὸ πυρρόν ἐστιν· οὔτι που Κινησίας σου κατατετίληκέν ποθεν· οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται. τὸ δ ἱμάτιόν σου ποῦ στιν· οὐκ ἔχω φράσαι. ζητῶν γὰρ αὔτ οὐχ ηὑρ῀ον ἐν τοῖς στρώμασιν. εἶτ οὐδὲ τὴν γυναῖκ ἐκέλευσάς σοι φράσαι· μὰ τὸν Δί οὐ γὰρ ἔνδον οὖσα τυγχάνει, ἀλλ ἐκτετρύπηκεν λαθοῦσά μ ἔνδοθεν: ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον. νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμ ἐγὼ φρούδη στ ἔχουσα θοἰμάτιον οὑγὼ φόρουν. κοὐ τοῦτο λυπεῖ μ, ἀλλὰ καὶ τὰς ἐμβάδας. οὔκουν λαβεῖν γ αὐτὰς ἐδυνάμην οὐδαμοῦ. μὰ τὸν Διόνυσον οὐδ ἐγὼ γὰρ τὰς ἐμὰς Λακωνικάς, ἀλλ ὡς ἔτυχον χεζητιῶν, ἐς τὼ κοθόρνω τὼ πόδ ἐνθεὶς ἱέμαι, ἵνα μὴ γχέσαιμ ἐς τὴν σισύραν: φανὴ γὰρ ἦν. τί δῆτ ἂν εἰή· μῶν ἐπ ἄριστον γυνὴ κέκληκεν αὐτὴν τῶν φίλων· γνώμην γ ἐμήν. οὔκουν πονηρά γ ἐστὶν ὅ τι κἄμ εἰδέναι. ἀλλὰ σὺ μὲν ἱμονιάν τιν ἀποπατεῖς, ἐμοὶ δ ὡρ´α βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν, ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기