- 텍스트

Aristophanes, Ecclesiazusae, Prologue 7:

(아리스토파네스, Ecclesiazusae, Prologue 7:)

εὖ γ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.? πόθεν ὦ τάλαινα ταῦτ ἔμαθες οὕτω καλῶς· ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκης ἐν πυκνί: ἔπειτ ἀκούους ἐξέμαθον τῶν ῥητόρων. οὐκ ἐτὸς ἄρ ὦ μέλ ἦσθα δεινὴ καὶ σοφή: καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν αἱρούμεθ, ἢν ταῦθ ἁπινοεῖς κατεργάσῃ. ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς, πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ· φήσω παραφρονεῖν αὐτόν. ἀλλὰ τοῦτό γε ἴσασι πάντες. ἀλλὰ καὶ μελαγχολᾶν. καὶ τοῦτ ἴσασιν. ἀλλὰ καὶ τὰ τρύβλια κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς. τί δ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ· τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν. τί δ ἢν ὑποκρούωσίν σε· προσκινήσομαι ἅτ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων. ἐκεῖνο μόνον ἄσκεπτον, ἤν ς οἱ τοξόται ἕλκωσιν, ὅ τι δράσεις ποτ. ἐξαγκωνιῶ ὡδί: μέση γὰρ οὐδέποτε ληφθήσομαι. ἡμεῖς δέ γ, ἢν αἴρως, ἐᾶν κελεύσομεν. ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς ἐκεῖνο δ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε. εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει. χαλεπὸν τὸ πρᾶγμ: ὅμως δὲ χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. ἄγε νυν ἀναστέλλεσθ ἄνω τὰ χιτώνια: ὑποδεῖσθε δ ὡς τάχιστα τὰς Λακωνικάς, ὥσπερ τὸν ἄνδρ ἐθεᾶσθ, ὅτ εἰς ἐκκλησίαν μέλλοι βαδίζειν ἢ θύραζ ἑκάστοτε. ἔπειτ ἐπειδὰν ταῦτα πάντ ἔχῃ καλῶς, περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ ἂν δέ γε τούτους ἀκριβώσητε περιηρμοσμέναι, καὶ θαἰμάτια τἀνδρεῖά γ ἅπερ ἐκλέψατε ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις ἐπερειδόμεναι βαδίζετ ᾄδουσαι μέλος πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι τὸν τῶν ἀγροίκων. εὖ λέγεις: ἡμεῖς δέ γε προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἰόμαι ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν ἥξειν ἄντικρυς γυναῖκας. ἀλλὰ σπεύσαθ ὡς εἰώθ ἐκεῖ τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION