호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς ξυνετὸς ἁνήρ.? νῦν καλῶς ἐπῄνεσας. ὑμεῖς γάρ ἐστ ὦ δῆμε τούτων αἴτιοι. τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα ἰδίᾳ σκοπεῖσθ ἕκαστος ὅ τι τις κερδανεῖ, τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται. ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθ ἔτι. ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα. εὖ γ εὖ γε νὴ Δί εὖ γε. λέγε λέγ ὦγαθέ. ὡς δ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας ἴδοις ἂν αὐτάς. ἡ δ Ἀθηναίων πόλις, εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο, εἰ μή τι καινὸν ἄλλο περιηργάζετο. καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ: ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ: τὰ Θεσμοφόρι ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ: πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ: τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ: μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ: αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ: οἶνον φιλοῦς εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ: βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα τί ποτ ἄρα δρᾶν μέλλουσιν, ἀλλ ἁπλῷ τρόπῳ ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα, ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες σῴζειν ἐπιθυμήσουσιν: εἶτα σιτία τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν· χρήματα πορίζειν εὐπορώτατον γυνή, ἄρχουσά τ οὐκ ἂν ἐξαπατηθείη ποτέ: αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι. τὰ δ ἄλλ ἐάσω: ταῦτ ἐὰν πίθησθέ μοι, εὐδαιμονοῦντες τὸν βίον διάξετε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기