- 텍스트

Aristophanes, Ecclesiazusae, Prologue 5:

(아리스토파네스, Ecclesiazusae, Prologue 5:)

ἄπερρε καὶ σὺ καὶ κάθης ἐντευθενί:? αὐτὴ γὰρ ὑμῶν γ ἕνεκά μοι λέξειν δοκῶ τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα. ἐμοὶ δ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα ὅσονπερ ὑμῖν: ἄχθομαι δὲ καὶ φέρω τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην ἀεὶ πονηροῖς: κἄν τις ἡμέραν μίαν χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται. ἐπέτρεψας ἑτέρῳ: πλείον ἔτι δράσει κακά. χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, τοὺς δ οὐκ ἐθέλοντας ἀντιβολεῖθ ἑκάστοτε. ἐκκλησίαισιν ἦν ὅτ οὐκ ἐχρώμεθα οὐδὲν τὸ παράπαν: ἀλλὰ τόν γ Ἀγύρριον πονηρὸν ἡγούμεσθα: νῦν δὲ χρωμένων ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν, ὁ δ οὐ λαβὼν εἶναι θανάτου φής ἀξίους τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ. νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις. τάλαιν Ἀφροδίτην ὤμοσας· χαρίεντά γ ἂν ἔδρασας, εἰ τοῦτ εἶπας ἐν τἠκκλησίᾳ. ἀλλ οὐκ ἂν εἶπον. μηδ ἐθίζου νῦν λέγειν. τὸ συμμαχικὸν αὖ τοῦθ, ὅτ ἐσκοπούμεθα, εἰ μὴ γένοιτ, ἀπολεῖν ἔφασκον τὴν πόλιν: ὅτε δὴ δ ἐγένετ, ἤχθοντο, τῶν δὲ ῥητόρων ὁ τοῦτ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο. ναῦς δεῖ καθέλκειν: τῷ πένητι μὲν δοκεῖ, τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι: νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ. Ἀργεῖος ἀμαθής, ἀλλ Ιἑρώνυμος σοφός: σωτηρία παρέκυψεν, ἀλλ ὡρᾴζεται Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION