- 텍스트

Aristophanes, Ecclesiazusae, Prologue 3:

(아리스토파네스, Ecclesiazusae, Prologue 3:)

νὴ τὸν Δί ὥστε δεῖ σε καταλαβεῖν ἕδρας ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.? ταυτί γέ τοι νὴ τὸν Δί ἐφερόμην, ἵνα πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας. πληρουμένης τάλαινα· νὴ τὴν Ἄρτεμιν ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα ξαίνουσα· γυμνὰ δ ἐστί μου τὰ παιδία. ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει. οὐκοῦν καλά γ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι ὁ δῆμος ὢν κἄπειθ ὑπερβαίνουσά τις ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον. ἢν δ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν ξυστειλάμεναι θαἰμάτια: τὸν πώγωνά τε ὅταν καθῶμεν ὃν περιδησόμεσθ ἐκεῖ, τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ ὁρῶν· Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων ἔχων λέληθε: καίτοι πρότερον ἦν οὗτος γυνή: νυνὶ δ, ὁρᾷς, πράττει τὰ μέγιστ ἐν τῇ πόλει. τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα, ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα δυνώμεθ, ὥστ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν: νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ ἐλαύνομεν. καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία δημηγορήσει· πολὺ μὲν οὖν ἄριστά που. λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν: ἡμῖν δ ὑπάρχει τοῦτο κατὰ τύχην τινά. οὐκ οἶδα: δεινὸν δ ἐστὶν ἡ μὴ μπειρία. οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε, ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν. οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη ἄλλαι θ ὅσαι λαλεῖν μεμελετήκασί που. τίς δ ὦ μέλ ἡμῶν οὐ λαλεῖν ἐπίσταται· ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ: ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι καὐτὴ μεθ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν. δεῦρ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται. πῶς καταγέλαστον· ὥσπερ εἴ τις σηπίαις πώγωνα περιδήσειεν ἐσταθευμέναις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION