- 텍스트

Aristophanes, Ecclesiazusae, Prologue 2:

(아리스토파네스, Ecclesiazusae, Prologue 2:)

καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.? οὔκουν ἐπείξεσθ· ὡς Γλύκη κατώμοσεν τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα. τὴν Σμικυθίωνος δ οὐχ ὁρᾷς Μελιστίχην σπεύδουσαν ἐν ταῖς ἐμβάσιν· καίτοι δοκεῖ κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη. τὴν τοῦ καπήλου δ οὐχ ὁρᾷς Γευσιστράτην ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα· καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ γυναῖκας, ὅ τι πέρ ἐστ ὄφελος ἐν τῇ πόλει. καὶ πάνυ ταλαιπώρως ἔγωγ ὦ φιλτάτη ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ ὅλην ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος. κάθησθε τοίνυν, ὡς <ἂν> ἀνέρωμαι τάδε ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ, ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε. ἔγωγε. πρῶτον μέν γ ἔχω τὰς μασχάλας λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον: ἔπειθ ὁπόθ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου, ἀλειψαμένη τὸ σῶμ ὅλον δι ἡμέρας ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον. κἄγωγε: τὸ ξυρὸν δέ γ ἐκ τῆς οἰκίας ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη καὶ μηδὲν εἰήν ἔτι γυναικὶ προσφερής. ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ ἔχειν πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα· νὴ τὴν Ἑκάτην καλόν γ ἔγωγε τουτονί. κἄγωγ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα. ὑμεῖς δὲ τί φατε· φασί: κατανεύουσι γάρ. καὶ μὴν τά γ ἄλλ ὑμῖν ὁρῶ πεπραγμένα. Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν. ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ. τοῦτ ἔστ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται. νὴ τὸν Δία τὸν σωτῆρ ἐπιτήδειός γ ἂν ἦν τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον. ἀλλ ἄγεθ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν, ἑώς ἔτ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν: ἡκκλησία δ, εἰς ἣν παρεσκευάσμεθα ἡμεῖς βαδίζειν, ἐξ ἑώ γενήσεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION