- 텍스트

Aristophanes, Ecclesiazusae, Prologue 1:

(아리스토파네스, Ecclesiazusae, Prologue 1:)

Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου κάλλιστ ἐν εὐστόχοισιν ἐζητημένον:? γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν: τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις: ὁρ´μα φλογὸς σημεῖα τὰ ξυγκείμενα. σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων πειρωμέναισι πλησίον παραστατεῖς, λορδουμένων τε σωμάτων ἐπιστάτην ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων. μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα: στοάς τε καρποῦ Βακχίου τε νάματος πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς: καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον. ἀνθ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις. ἀλλ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν. καίτοι πρὸς ὄρθρον γ ἐστίν: ἡ δ ἐκκλησία αὐτίκα μάλ ἔσται: καταλαβεῖν δ ἡμᾶς ἕδρας, ἃς Φυρόμαχός ποτ εἶπεν, εἰ μέμνησθ ἔτι, δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν. τί δῆτ ἂν εἰή· πότερον οὐκ ἐρραμμένους ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ ἔχειν· ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν ἦν χαλεπὸν αὐταῖς· ἀλλ ὁρῶ τονδὶ λύχνον προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν, μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ. ὡρ´α βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν. ἐγὼ δέ γ ὑμᾶς προσδοκῶς ἠγρηγόρη τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα τήνδ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν. δεῖ γὰρ τὸν ἄνδρ αὐτῆς λαθεῖν. ἤκουσά τοι ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων, ἅτ οὐ καταδαρθοῦς. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη, Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ ἐγώ, τὴν νύχθ ὅλην ἤλαυνέ μ ἐν τοῖς στρώμασιν, ὥστ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ λαβον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION