호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ δὲ μουσικῆσ ἔνια μὲν διηπορήκαμεν τῷ λόγῳ καὶ πρότερον, καλῶσ δ’ ἔχει καὶ νῦν ἀναλαβόντασ αὐτὰ προαγαγεῖν, ἵνα ὥσπερ ἐνδόσιμον γένηται τοῖσ λόγοισ οὓσ ἄν τισ εἴπειεν ἀποφαινόμενοσ περὶ αὐτῆσ. οὔτε γὰρ τίνα ἔχει δύναμιν ῥᾴδιον περὶ αὐτῆσ διελεῖν, οὔτε τίνοσ δεῖ χάριν μετέχειν αὐτῆσ, πότερον παιδιᾶσ ἕνεκα καὶ ἀναπαύσεωσ, καθάπερ ὕπνου καὶ μέθησ ταῦτα γὰρ καθ’ αὑτὰ μὲν οὐδὲ τῶν σπουδαίων, ἀλλ’ ἡδέα, καὶ ἀναπαύει μέριμναν, ὥσ φησιν Εὐριπίδησ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기