- 텍스트

Aristotle, Politics, Book 5 141:

(아리스토텔레스, 정치학, Book 5 141:)

συνέβη δὲ τοῦτο καὶ ἐπὶ τῆς Θουρίων πολιτείας.? νόμου γὰρ ὄντος διὰ πέντε ἐτῶν στρατηγεῖν, γενόμενοί τινες πολεμικοὶ τῶν νεωτέρων καὶ παρὰ τῷ πλήθει τῶν φρουρῶν εὐδοκιμοῦντες, καταφρονήσαντες τῶν ἐν τοῖς πράγμασι καὶ νομίζοντες ῥᾳδίως κατασχήσειν, τοῦτον τὸν νόμον λύειν ἐπεχείρησαν πρῶτον, ὥστ ἐξεῖναι τοὺς αὐτοὺς συνεχῶς στρατηγεῖν, ὁρῶντες τὸν δῆμον αὐτοὺς χειροτονήσοντα προθύμως.?

상위

Aristotle (아리스토텔레스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION