- 텍스트

Aristotle, Politics, Book 4 3:

(아리스토텔레스, 정치학, Book 4 3:)

ἐν ἁπάσαις ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ταῖς μὴ κατὰ μόριον γινομέναις, ἀλλὰ περὶ γένος ἕν τι τελείαις οὔσαις, μιᾶς ἐστι θεωρῆσαι τὸ περὶ ἕκαστον γένος ἁρμόττον, οἱο῀ν ἄσκησις σώματι ποία τε ποίῳ συμφέρει, καὶ τίς ἀρίστη τῷ γὰρ κάλλιστα πεφυκότι καὶ κεχορηγημένῳ τὴν ἀρίστην ἀναγκαῖον ἁρμόττειν, καὶ τίς τοῖς πλείστοις μία πᾶσιν καὶ γὰρ τοῦτο τῆς γυμναστικῆς ἔργον ἐστίν, ἔτι δ ἐάν τις μὴ τῆς ἱκνουμένης ἐπιθυμῇ μήθ ἕξεως μήτ ἐπιστήμης τῶν περὶ τὴν ἀγωνίαν, μηδὲν ἧττον τοῦ παιδοτρίβου καὶ τοῦ γυμναστικοῦ παρασκευάσαι γε καὶ ταύτην ἐστὶ τὴν δύναμιν.??

상위

Aristotle (아리스토텔레스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION