호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσὶ δὲ καὶ νῦν περὶ ἐνίων αἱ ἀρχαὶ κύριαι κρίνειν, ὥσπερ ὁ δικαστήσ, περὶ ὧν ὁ νόμοσ ἀδυνατεῖ διορίζειν, ἐπεὶ περὶ ὧν γε δυνατόσ, οὐδεὶσ ἀμφισβητεῖ περὶ τούτων ὡσ οὐκ ἂν ἄριστα ὁ νόμοσ ἄρξειε καὶ κρίνειεν. ἀλλ’ ἐπειδὴ τὰ μὲν ἐνδέχεται περιληφθῆναι τοῖσ νόμοισ τὰ δὲ ἀδύνατα, ταῦτ’ ἐστὶν ἃ ποιεῖ διαπορεῖν καὶ ζητεῖν πότερον τὸν ἄριστον νόμον ἄρχειν αἱρετώτερον ἢ τὸν ἄνδρα τὸν ἄριστον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기