호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ οἱο͂́ν τ’ ἐπιτηδεῦσαι τὰ τῆσ ἀρετῆσ ζῶντα βίον βάναυσον ἢ θητικόν. ἐν δὲ ταῖσ ὀλιγαρχίαισ θῆτα μὲν οὐκ ἐνδέχεται εἶναι πολίτην ἀπὸ τιμημάτων γὰρ μακρῶν αἱ μεθέξεισ τῶν ἀρχῶν, βάναυσον δὲ ἐνδέχεται· πλουτοῦσι γὰρ καὶ οἱ πολλοὶ τῶν τεχνιτῶν. ἐν Θήβαισ δὲ νόμοσ ἦν τὸν διὰ δέκα ἐτῶν μὴ ἀπεσχημένον τῆσ ἀγορᾶσ μὴ μετέχειν ἀρχῆσ. ἐν πολλαῖσ δὲ πολιτείαισ προσεφέλκει τινὰσ καὶ τῶν ξένων ὁ νόμοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기