호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀναγκαῖον ἄρα τὴν πολιτείαν συντετάχθαι πρὸσ τὴν πολεμικὴν ἰσχύν, περὶ ἧσ ἐκεῖνοσ οὐδὲν εἴρηκεν. ὁμοίωσ δὲ καὶ περὶ τῆσ κτήσεωσ. δεῖ γὰρ οὐ μόνον πρὸσ τὰσ πολιτικὰσ χρήσεισ ἱκανὴν ὑπάρχειν, ἀλλὰ καὶ πρὸσ τοὺσ ἔξωθεν κινδύνουσ· διόπερ οὔτε τοσοῦτον δεῖ πλῆθοσ ὑπάρχειν ὅσου οἱ πλησίον καὶ κρείττουσ ἐπιθυμήσουσιν, οἱ δὲ ἔχοντεσ ἀμύνειν οὐ δυνήσονται τοὺσ ἐπιόντασ, οὔθ’ οὕτωσ ὀλίγην ὥστε μὴ δύνασθαι πόλεμον ὑπενεγκεῖν μηδὲ τῶν ἴσων καὶ τῶν ὁμοίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기