호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τό τε γὰρ ἄρρεν φύσει τοῦ θήλεοσ ἡγεμονικώτερον, εἰ μή που συνέστηκε παρὰ φύσιν, καὶ τὸ πρεσβύτερον καὶ τέλειον τοῦ νεωτέρου καὶ ἀτελοῦσ ‐ ἐν μὲν οὖν ταῖσ πολιτικαῖσ ἀρχαῖσ ταῖσ πλείσταισ μεταβάλλει τὸ ἄρχον καὶ τὸ ἀρχόμενον ἐξ ἴσου γὰρ εἶναι βούλεται τὴν φύσιν καὶ διαφέρειν μηδέν, ὅμωσ δέ, ὅταν τὸ μὲν ἄρχῃ τὸ δ’ ἄρχηται, ζητεῖ διαφορὰν εἶναι καὶ σχήμασι καὶ λόγοισ καὶ τιμαῖσ, ὥσπερ καὶ Ἄμασισ εἶπε τὸν περὶ τοῦ ποδανιπτῆροσ λόγον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기