호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστωσαν δὴ αὗται τρεῖσ ἃσ εἴπομεν. ἔστι δέ τι μέροσ ὃ δοκεῖ τοῖσ μὲν εἶναι οἰκονομία, τοῖσ δὲ μέγιστον μέροσ αὐτῆσ· ὅπωσ δ’ ἔχει, θεωρητέον· λέγω δὲ περὶ τῆσ καλουμένησ χρηματιστικῆσ. πρῶτον δὲ περὶ δεσπότου καὶ δούλου εἴπωμεν, ἵνα τά τε πρὸσ τὴν ἀναγκαίαν χρείαν ἴδωμεν, κἂν εἴ τι πρὸσ τὸ εἰδέναι περὶ αὐτῶν δυναίμεθα λαβεῖν βέλτιον τῶν νῦν ὑπολαμβανομένων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기