호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἂν δὲ πλείονα σημαίνῃ, φανερὸν ποιεῖν ἐφ’ ὃ φέρει τοὔνομα τούτων. ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, τοῦτο ὅ φησιν οὔ φησιν, ὥσθ’ ὃ σημαίνει τοὔνομα τοῦτ’ οὔ φησι σημαίνειν· τοῦτο δ’ ἀδύνατον. ὥστ’ εἴπερ σημαίνει τι τὸ εἶναι τόδε, τὴν ἀντίφασιν ἀδύνατον ἀληθεύειν. ἔτι δ’ εἴ τι σημαίνει τοὔνομα καὶ τοῦτ’ ἀληθεύεται, δεῖ τοῦτ’ ἐξ ἀνάγκησ εἶναι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기