Aristotle, Metaphysics, Book 10 13:

(아리스토텔레스, 형이상학, Book 10 13:)

μέτρον γάρ ἐστιν ᾧ τὸ ποσὸν γιγνώσκεται· γιγνώσκεται δὲ ἢ ἑνὶ ἢ ἀριθμῷ τὸ ποσὸν ᾗ ποσόν, ὁ δὲ ἀριθμὸσ ἅπασ ἑνί, ὥστε πᾶν τὸ ποσὸν γιγνώσκεται ᾗ ποσὸν τῷ ἑνί, καὶ ᾧ πρώτῳ ποσὰ γιγνώσκεται, τοῦτο αὐτὸ ἕν· διὸ τὸ ἓν ἀριθμοῦ ἀρχὴ ᾗ ἀριθμόσ. ἐντεῦθεν δὲ καὶ ἐν τοῖσ ἄλλοισ λέγεται μέτρον τε ᾧ ἕκαστον πρώτῳ γιγνώσκεται, καὶ τὸ μέτρον ἑκάστου ἕν, ἐν μήκει, ἐν πλάτει, ἐν βάθει, ἐν βάρει, ἐν τάχει τὸ γὰρ βάροσ καὶ τάχοσ κοινὸν ἐν τοῖσ ἐναντίοισ·

SEARCH

MENU NAVIGATION