호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸσ δὲ τούτοισ ὁμοίωσ ἔνεστιν ἐν τῷ στερεῷ ὁποιονοῦν σχῆμα· ὥστ’ εἰ μηδ’ ἐν τῷ λίθῳ Ἑρμῆσ, οὐδὲ τὸ ἥμισυ τοῦ κύβου ἐν τῷ κύβῳ οὕτωσ ὡσ ἀφωρισμένον· οὐκ ἄρα οὐδ’ ἐπιφάνεια εἰ γὰρ ὁποιαοῦν, κἂν αὕτη ἂν ἦν ἡ ἀφορίζουσα τὸ ἥμισυ, ὁ δ’ αὐτὸσ λόγοσ καὶ ἐπὶ γραμμῆσ καὶ στιγμῆσ καὶ μονάδοσ, ὥστ’ εἰ μάλιστα μὲν οὐσία τὸ σῶμα, τούτου δὲ μᾶλλον ταῦτα, μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐσίαι τινέσ, διαφεύγει τί τὸ ὂν καὶ τίσ ἡ οὐσία τῶν ὄντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기