호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ φίλτατ ἀνδρῶν ἐλθὲ δεῦρ Ἀγοράκριτε.? ὅσα με δέδρακας ἀγάθ ἀφεψήσας. ἐγώ· ἀλλ ὦ μέλ οὐκ οἶσθ οἱο῀ς ἦσθ αὐτὸς πάρος, οὐδ οἷ ἔδρας: ἐμὲ γὰρ νομίζοις ἂν θεόν. τί δ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ· ποῖός τις ἦ· πρῶτον μέν, ὁπότ εἴποι τις ἐν τἠκκλησίᾳ, ὦ Δῆμ ἐραστής εἰμι σὸς φιλῶ τέ σε καὶ κήδομαί σου καὶ προβουλεύω μόνος, τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις, ἀνωρτάλιζες κἀκερουτίας. ἐγώ· εἶτ ἐξαπατήσας ς ἀντὶ τούτων ᾤχετο. τί φῄς· ταυτί μ ἔδρων, ἐγὼ δὲ τοῦτ οὐκ ᾐσθόμην· τὰ δ ὦτά γ ἄν σου νὴ Δί ἐξεπετάννυτο ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο. οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων· καὶ νὴ Δί εἴ γε δύο λεγοίτην ῥήτορε, ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δ ἕτερος αὖ καταμισθοφορῆσαι τοῦθ, ὁ τὸν μισθὸν λέγων τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο. οὗτος τί κύπτεις· οὐχὶ κατὰ χώραν μενεῖς· αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις. ἀλλ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς, ἀλλ οἵ σε ταῦτ ἐξηπάτων. νυνδὶ φράσον: ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος: οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα, εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην: τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기