호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.? καὶ μήν ς ἐλέγξαι βούλομαι τεκμηρίῳ, εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις. καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι: παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου· ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην. πῶς εἶπας· ὥς μου χρησμὸς ἅπτεται φρενῶν. εἰε῀ν. ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες· κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον: ὦ Φοῖβ Ἄπολλον Λύκιε τί ποτέ μ ἐργάσει· τέχνην δὲ τίνα ποτ εἶχες ἐξανδρούμενος· ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην. οἴμοι κακοδαίμων: οὐκέτ οὐδέν εἰμ ἐγώ. λεπτή τις ἐλπίς ἐστ ἐφ ἧς ὀχούμεθα. καί μοι τοσοῦτον εἰπέ: πότερον ἐν ἀγορᾷ ἠλλαντοπώλεις ἐτεὸν ἢ πὶ ταῖς πύλαις· ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον. οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον. κυλίνδετ εἴσω τόνδε τὸν δυσδαίμονα. ὦ στέφανε χαίρων ἄπιθι, κεἴ ς ἄκων ἐγὼ λείπω: σὲ δ ἄλλος τις λαβὼν κεκτήσεται, κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ ἴσως. Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον. ὦ χαῖρε καλλίνικε καὶ μέμνης ὅτι ἀνὴρ γεγένησαι δι ἐμέ: καί ς αἰτῶ βραχύ, ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν. ἐμοὶ δέ γ ὅ τι σοι τοὔνομ εἴπ. Ἀγοράκριτος: ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην. Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω, καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί. καὶ μὴν ἐγώ ς ὦ Δῆμε θεραπεύσω καλῶς, ὥσθ ὁμολογεῖν σε μηδέν ἀνθρώπων ἐμοῦ ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기