- 텍스트

Aristotle, Episode

(아리스토텔레스, Episode)

ἄπαγ ἐς μακαρίαν ἐκποδών.? σύ γ ὦ φθόρε. ὦ Δῆμ ἐγὼ μέντοι παρεσκευασμένος τρίπαλαι κάθημαι βουλόμενός ς εὐεργετεῖν. ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι. ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι. οἶσθ οὖν ὃ δρᾶσον· εἰ δὲ μή, φράσεις γε σύ. ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί, ἵνα ς εὖ ποιῶμεν ἐξ ἴσου. δρᾶν ταῦτα χρή. ἄπιτον. ἰδού. θέοιτ ἄν. ὑποθεῖν οὐκ ἐῶ. ἀλλ ἢ μεγάλως εὐδαιμονήσω τήμερον ὑπὸ τῶν ἐραστῶν νὴ Δί ἢ γὼ θρύψομαι. ὁρᾷς· ἐγώ σοι πρότερος ἐκφέρω δίφρον. ἀλλ οὐ τράπεζαν, ἀλλ ἐγὼ προτεραίτερος. ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην. ἐγὼ δὲ μυστίλας μεμυστιλημένας ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ. ὡς μέγαν ἄρ εἶχες ὦ πότνια τὸν δάκτυλον. ἐγὼ δ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν: ἐτόρυνε δ αὔθ ἡ Παλλὰς ἡ Πυλαιμάχος. ὦ Δῆμ ἐναργῶς ἡ θεός ς ἐπισκοπεῖ, καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν. οἰεί γὰρ οἰκεῖσθ ἂν ἔτι τήνδε τὴν πόλιν, εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν· τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη. ἡ δ Ὀβριμοπάτρα γ ἑφθὸν ἐκ ζωμοῦ κρέας καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον. καλῶς γ ἐποίησε τοῦ πέπλου μεμνημένη. ἡ Γοργολόφα ς ἐκέλευε τουτουὶ φαγεῖν ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς. λαβὲ καὶ ταδί νυν. καὶ τί τούτοις χρήσομαι τοῖς ἐντέροις· ἐπίτηδες αὔτ ἔπεμψέ σοι ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός: ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν. ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο. ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς. ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν. λαβέ νυν πλακοῦντος πίονος παρ ἐμοῦ τόμον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION