- 텍스트

Aristotle, Episode 2:

(아리스토텔레스, Episode 2:)

τὰς πυέλους φησὶν καταλήψεσθ ἐν βαλανείῳ.? ἐγὼ δ ἄλουτος τήμερον γενήσομαι· οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν. ἀλλ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ. προσέχω: σὺ δ ἀναγίγνωσκε, τοῖς ναύταισί μου ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται. Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ, λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν. οἶσθ ὅ τι ἐστὶν τοῦτο· Φιλόστρατος ἡ κυναλώπηξ. οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί: ταύτας ἀπαυδᾷ μὴ διδόναι ς ὁ Λοξίας. πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ· ὅπως· ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ. πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί· ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν, ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις. εἰε῀ν: τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ· ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν. ἀλλ ἔτι τόνδ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ. ποίαν Κυλλήνην· τὴν τούτου χεῖρ ἐποίησεν Κυλλήνην ὀρθῶς, ὁτιή φης, ἔμβαλε κυλλῇ. οὐκ ὀρθῶς φράζει: τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος ἐς τὴν χεῖρ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός, αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις. καὶ γὰρ ἐμοί: καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης, χὤτι γ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα. ἀλλ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν. νὴ Δία καὶ γὰρ ἐγώ: καί μοὐδόκει ἡ θεὸς αὐτὴ ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ πικαθῆσθαι: εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην. ἰοὺ ἰού. οὐκ ἦν ἄρ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος. καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν. μήπω γ, ἱκετεύω ς, ἀλλ ἀνάμεινον, ὡς ἐγὼ κριθὰς ποριῶ σοι καὶ βίον καθ ἡμέραν. οὐκ ἀνέχομαι κριθῶν ἀκούων: πολλάκις ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους. ἀλλ ἄλφιτ ἤδη σοι ποριῶ σκευασμένα. ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας καὶ τοὔψον ὀπτόν: μηδὲν ἄλλ εἰ μὴ σθιε. ἀνύσατέ νυν ὅ τι περ ποιήσεθ: ὡς ἐγώ, ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ, τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας. τρέχοιμ ἂν εἴσω πρότερος. οὐ δῆτ ἀλλ ἐγώ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION