호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.? φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων ἰάχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων. σῴζεσθαί ς ἐκέλευς ἱερὸν κύνα καρχαρόδοντα, ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ ἀπολεῖται. πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί. ταυτὶ μὰ τὴν Δήμητρ ἐγὼ οὐκ οἶδ ὅ τι λέγει. τί γάρ ἐστ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί· ἐγὼ μέν εἰμ ὁ κύων: πρὸ σοῦ γὰρ ἀπύω: σοὶ δ εἶπε σῴζεσθαί μ ὁ Φοῖβος τὸν κύνα. οὐ τοῦτό φης ὁ χρησμός, ἀλλ ὁ κύων ὁδὶ ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει. ἐμοὶ γάρ ἐστ ὀρθῶς περὶ τούτου τοῦ κυνός. λέγε νυν: ἐγὼ δὲ πρῶτα λήψομαι λίθον, ἵνα μή μ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ. φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν, ὃς κέρκῴ σαίνων ς ὁπόταν δειπνῇς ἐπιτηρῶν ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς: ἐσφοιτῶν τ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων. νὴ τὸν Ποσειδῶ πολύ γ ἄμεινον ὦ Γλάνι. ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε. ἔστι γυνή, τέξει δὲ λέονθ ἱεραῖς ἐν Ἀθήναις, ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται ὥστε περὶ σκύμνοισι βεβηκώς: τὸν σὺ φυλάξαι, τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς. ταῦτ οἶσθ ὅ τι λέγει· μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ. ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ: ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι. καὶ πῶς μ ἐλελήθης Ἀντιλέων γεγενημένος· ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον, ἐν ᾧ σε σῴζειν τόνδ ἐκέλευς ὁ Λοξίας. πῶς δῆτα τοῦτ ἔφραζεν ὁ θεός· τουτονὶ δῆσαί ς ἐκέλευ ἐν πεντεσυρίγγῳ ξύλῳ. ταυτὶ τελεῖσθαι τὰ λόγι ἤδη μοι δοκεῖ. μὴ πείθου: φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι. ἀλλ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους. τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς. Κεκροπίδη κακόβουλε τί τοῦθ ἡγεῖ μέγα τοὔργον· καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη: ἀλλ οὐκ ἂν μαχέσαιτο: χέσαιτο γάρ, εἰ μαχέσαιτο. ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν. ἔστι Πύλος πρὸ Πύλοιο - τί τοῦτο λέγει, πρὸ Πύλοιο·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기