호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.? οἴμ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω. ταυτὶ τί ἔστι· λόγια. πάντ· ἐθαύμασας· καὶ νὴ Δί ἔτι γέ μοὔστι κιβωτὸς πλέα. ἐμοὶ δ ὑπερῷον καὶ ξυνοικία δύο. φέρ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε· οὑμοὶ μέν εἰσι Βάκιδος. οἱ δὲ σοὶ τίνος· Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου. εἰσὶν δὲ περὶ τοῦ· περὶ Ἀθηνῶν, περὶ Πύλου, περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων. οἱ σοὶ δὲ περὶ τοῦ· περὶ Ἀθηνῶν, περὶ φακῆς, περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων, περὶ τῶν μετρούντων τἄλφιτ ἐν ἀγορᾷ κακῶς, περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων. ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι, καὶ τὸν περὶ ἐμοῦ κεῖνον ᾧπερ ἥδομαι, ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι. ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί. φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων ἰάχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων. σῴζεσθαί ς ἐκέλευς ἱερὸν κύνα καρχαρόδοντα, ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ ἀπολεῖται. πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί. ταυτὶ μὰ τὴν Δήμητρ ἐγὼ οὐκ οἶδ ὅ τι λέγει. τί γάρ ἐστ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί· ἐγὼ μέν εἰμ ὁ κύων: πρὸ σοῦ γὰρ ἀπύω: σοὶ δ εἶπε σῴζεσθαί μ ὁ Φοῖβος τὸν κύνα. οὐ τοῦτό φης ὁ χρησμός, ἀλλ ὁ κύων ὁδὶ ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει. ἐμοὶ γάρ ἐστ ὀρθῶς περὶ τούτου τοῦ κυνός. λέγε νυν: ἐγὼ δὲ πρῶτα λήψομαι λίθον, ἵνα μή μ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ. φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν, ὃς κέρκῴ σαίνων ς ὁπόταν δειπνῇς ἐπιτηρῶν ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς: ἐσφοιτῶν τ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων. νὴ τὸν Ποσειδῶ πολύ γ ἄμεινον ὦ Γλάνι. ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε. ἔστι γυνή, τέξει δὲ λέονθ ἱεραῖς ἐν Ἀθήναις, ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται ὥστε περὶ σκύμνοισι βεβηκώς: τὸν σὺ φυλάξαι, τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς. ταῦτ οἶσθ ὅ τι λέγει· μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ. ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ: ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι. καὶ πῶς μ ἐλελήθης Ἀντιλέων γεγενημένος· ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον, ἐν ᾧ σε σῴζειν τόνδ ἐκέλευς ὁ Λοξίας. πῶς δῆτα τοῦτ ἔφραζεν ὁ θεός· τουτονὶ δῆσαί ς ἐκέλευ ἐν πεντεσυρίγγῳ ξύλῳ. ταυτὶ τελεῖσθαι τὰ λόγι ἤδη μοι δοκεῖ. μὴ πείθου: φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι. ἀλλ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους. τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς. Κεκροπίδη κακόβουλε τί τοῦθ ἡγεῖ μέγα τοὔργον· καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη: ἀλλ οὐκ ἂν μαχέσαιτο: χέσαιτο γάρ, εἰ μαχέσαιτο. ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν. ἔστι Πύλος πρὸ Πύλοιο - τί τοῦτο λέγει, πρὸ Πύλοιο· τὰς πυέλους φησὶν καταλήψεσθ ἐν βαλανείῳ.
ἐγὼ δ ἄλουτος τήμερον γενήσομαι· οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν. ἀλλ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ. προσέχω: σὺ δ ἀναγίγνωσκε, τοῖς ναύταισί μου ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται. Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ, λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν. οἶσθ ὅ τι ἐστὶν τοῦτο· Φιλόστρατος ἡ κυναλώπηξ. οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί: ταύτας ἀπαυδᾷ μὴ διδόναι ς ὁ Λοξίας. πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ· ὅπως· ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ. πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί· ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν, ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις. εἰε῀ν: τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ· ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν. ἀλλ ἔτι τόνδ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ. ποίαν Κυλλήνην· τὴν τούτου χεῖρ ἐποίησεν Κυλλήνην ὀρθῶς, ὁτιή φης, ἔμβαλε κυλλῇ. οὐκ ὀρθῶς φράζει: τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος ἐς τὴν χεῖρ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός, αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις. καὶ γὰρ ἐμοί: καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης, χὤτι γ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα. ἀλλ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν. νὴ Δία καὶ γὰρ ἐγώ: καί μοὐδόκει ἡ θεὸς αὐτὴ ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ πικαθῆσθαι: εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην. ἰοὺ ἰού. οὐκ ἦν ἄρ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος. καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν. μήπω γ, ἱκετεύω ς, ἀλλ ἀνάμεινον, ὡς ἐγὼ κριθὰς ποριῶ σοι καὶ βίον καθ ἡμέραν. οὐκ ἀνέχομαι κριθῶν ἀκούων: πολλάκις ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους. ἀλλ ἄλφιτ ἤδη σοι ποριῶ σκευασμένα. ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας καὶ τοὔψον ὀπτόν: μηδὲν ἄλλ εἰ μὴ σθιε. ἀνύσατέ νυν ὅ τι περ ποιήσεθ: ὡς ἐγώ, ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ, τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας. τρέχοιμ ἂν εἴσω πρότερος. οὐ δῆτ ἀλλ ἐγώ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기