호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀμοὶ δοκεῖ:? καὶ τἄλλα γ εἶναι καταφανῶς ἀγαθὸς πολίτης, οἰο῀ς οὐδείς πω χρόνου ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ. σὺ δ ὦ Παφλαγὼν φάσκων φιλεῖν μ ἐσκορόδισας. καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι ἐμοὶ ταμιεύσεις. ἔχε: τοσοῦτον δ ἴσθ ὅτι, εἰ μή μ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ ἐμοῦ πανουργότερός τις ἀναφανήσεται. οὐκ ἔσθ ὅπως ὁ δακτύλιός ἐσθ οὑτοσὶ οὑμός: τὸ γοῦν σημεῖον ἕτερον φαίνεται, ἀλλ ἢ οὐ καθορῶ. φέρ ἴδω τί σοι σημεῖον ἦν· δημοῦ βοείου θρῖον ἐξωπτημένον. οὐ τοῦτ ἔνεστιν. οὐ τὸ θρῖον· ἀλλὰ τί· λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν. αἰβοῖ τάλας. τί ἔστιν· ἀπόφερ ἐκποδών. οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου. παρ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι. μὴ δῆτά πώ γ ὦ δέσποτ, ἀντιβολῶ ς ἐγώ, πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν. καὶ τῶν ἐμῶν νυν. ἀλλ ἐὰν τούτῳ πίθῃ, μολγὸν γενέσθαι δεῖ σε. κἄν γε τουτῳί, ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου. ἀλλ οἵ γ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις. οὑμοὶ δέ γ αὖ λέγουσιν ὡς ἁλουργίδα ἔχων κατάπαστον καὶ στεφάνην ἐφ ἁρ´ματος χρυσοῦ διώξει Σμικύθην καὶ κύριον. καὶ μὴν ἔνεγκ αὐτοὺς ἰών, ἵν οὑτοσὶ αὐτῶν ἀκούσῃ. πάνυ γε. καὶ σύ νυν φέρε. ἰδού. ἰδοὺ νὴ τὸν Δί: οὐδὲν κωλύει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기