- 텍스트

Aristotle, Episode

(아리스토텔레스, Episode)

ταυτὶ μὰ τὴν Δήμητρά μ οὐκ ἐλάνθανεν τεκταινόμενα τὰ πράγματ, ἀλλ ἠπιστάμην γομφούμεν αὐτὰ πάντα καὶ κολλώμενα.? οἴμοι σὺ δ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις· οὔκουν μ ἐν Ἄργει γ οἱᾶ πράττεις λανθάνει. πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ, ἰδίᾳ δ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται. καὶ ταῦτ ἐφ οἷσίν ἐστι συμφυσώμενα ἐγᾦδ: ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται. εὖ γ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων. καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ ἐκεῖθεν αὖ, καὶ ταῦτά μ οὔτ ἀργύριον οὔτε χρυσίον διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους, ὅπως ἐγὼ ταῦτ οὐκ Ἀθηναίοις φράσω. ἐγὼ μὲν οὖν αὐτίκα μάλ ἐς βουλὴν ἰὼν ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ, καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει, καὶ πάνθ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε, καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα. πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος· ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ. ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις· νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις: θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον, ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται. ἀλλ εἶμι: πρῶτον δ ὡς ἔχω τὰς κοιλίας καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι. ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, ἵν ἐξολισθάνειν δύνῃ τὰς διαβολάς. ἀλλ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί. ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί. τί δαί· ἵν ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ. καὶ σπεῦδε ταχέως. ταῦτα δρῶ. μέμνησό νυν δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν, χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION