- 텍스트

Aristotle, Prologue 6:

(아리스토텔레스, Prologue 6:)

φαυλότατον ἔργον:? ταῦθ ἅπερ ποιεῖς ποίει: τάραττε καὶ χόρδευ ὁμοῦ τὰ πράγματα ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς. τὰ δ ἄλλα σοι πρόσεστι δημαγωγικά, φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ: ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ: χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ: χὤπως ἀμυνεῖ τὸν ἄνδρα. καὶ τίς ξύμμαχος γενήσεταί μοι· καὶ γὰρ οἵ τε πλούσιοι δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς. ἀλλ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι, καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί, καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός, κἀγὼ μετ αὐτῶν χὠ θεὸς ξυλλήψεται. καὶ μὴ δέδιθ: οὐ γάρ ἐστιν ἐξῃκασμένος, ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν γνωσθήσεται: τὸ γὰρ θέατρον δεξιόν. οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται. οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, ὁτιὴ πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι. τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον· οὐκ ἔσθ ὅπως οὐ Χαλκιδέας ἀφίστατον. ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω. οὗτος τί φεύγεις· οὐ μενεῖς· ὦ γεννάδα ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION