- 텍스트

Aristotle, Prologue 5:

(아리스토텔레스, Prologue 5:)

εὐδαιμονήσω δ εἰ διαστραφήσομαι·? οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται. γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει, ἀνὴρ μέγιστος. εἰπέ μοι καὶ πῶς ἐγὼ ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι· δι αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας, ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς. οὐκ ἀξιῶ γὼ μαυτὸν ἰσχύειν μέγα. οἴμοι τί ποτ ἔσθ ὅτι σαυτὸν οὐ φῂς ἄξιον· ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν. μῶν ἐκ καλῶν εἶ κἀγαθῶν· μὰ τοὺς θεοὺς εἰ μὴ κ πονηρῶν γ. ὦ μακάριε τῆς τύχης ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα. ἀλλ ὦγάθ οὐδὲ μουσικὴν ἐπίσταμαι πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς. τουτὶ μόνον ς ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς. ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ ἔτ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, ἀλλ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς ἅ σοι διδόας ἐν τοῖς λογίοισιν οἱ θεοί. πῶς δῆτά φης ὁ χρησμός· εὖ νὴ τοὺς θεοὺς καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος: ἀλλ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην, δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη, κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται. πῶς οὖν πρὸς ἐμὲ ταῦτ ἐστίν· ἀναδίδασκέ με. βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ οὑτοσί. τί δ ἀγκυλοχήλης ἐστίν· αὐτό που λέγει, ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει. ὁ δράκων δὲ πρὸς τί· τοῦτο περιφανέστατον. ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ ἀλλᾶς αὖ μακρόν. εἶθ αἱματοπώτης ἔσθ ὅ τ ἀλλᾶς χὠ δράκων: τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις. τὰ μὲν λόγι αἰκάλλει με: θαυμάζω δ ὅπως τὸν δῆμον οἱό῀ς τ ἐπιτροπεύειν εἴμ ἐγώ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION