호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὰ Δί ἀλλ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.? ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα. ἰδού γ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι· πῶς δ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ ἀνήρ· ἄληθες οὗτος· κρουνοχυτρολήραιον εἶ. οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν· οἴνου γὰρ εὑρ´οις ἄν τι πρακτικώτερον· ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους. ἀλλ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, τὸν νοῦν ἵν ἄρδω καὶ λέγω τι δεξιόν. οἴμοι τί ποθ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ· ἀγάθ: ἀλλ ἔνεγκ: ἐγὼ δὲ κατακλινήσομαι. ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων. ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν κλέπτων τὸν οἶνον. εἰπέ μοι Παφλαγὼν τί δρᾷ· ἐπίπαστα λείξας δημιόπραθ ὁ βάσκανος ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος. ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν σπονδήν. λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος. ἕλχ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου. ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ, οὐκ ἐμόν. εἴπ, ἀντιβολῶ, τί ἔστι· τοὺς χρησμοὺς ταχὺ κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, ἑώς καθεύδει. ταῦτ. ἀτὰρ τοῦ δαίμονος δέδοιχ ὅπως μὴ τεύξομαι κακοδαίμονος. φέρε νυν ἐγὼ μ αὐτῷ προσαγάγω τὸν χοᾶ. τὸν νοῦν ἵν ἄρδω καὶ λέγω τι δεξιόν. ὡς μεγάλ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, ὥστ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών, ὅνπερ μάλιστ ἐφύλαττεν. ὦ σοφώτατε. φέρ αὐτὸν ἵν ἀναγνῶ: σὺ δ ἔγχεον πιεῖν ἀνύσας τι. φέρ ἴδω τί ἄρ ἔνεστιν αὐτόθι. ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ. ἰδού. τί φης ὁ χρησμός· ἑτέραν ἔγχεον. ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον· ὦ Βάκι. τί ἔστι· δὸς τὸ ποτήριον ταχύ. πολλῷ γ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ. ὦ μιαρὲ Παφλαγὼν ταῦτ ἄρ ἐφυλάττου πάλαι, τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν· τιή· ἐνταῦθ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται. καὶ πῶς· ὅπως· ὁ χρησμὸς ἄντικρυς λέγει ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται, ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기