호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγοιμ ἂν ἤδη.? νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος, Δῆμος πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα, πανουργότατον καὶ διαβολώτατόν τινα. οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην ᾔκαλλ ἐθώπευ ἐκολάκευ ἐξηπάτα κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων: ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ ῥόφησον ἔντραγ ἔχε τριώβολον. βούλει παραθῶ σοι δόρπον· εἶτ ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ ἐμοῦ μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως περιδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπ ἐμοῦ μεμαγμένην, ἡμᾶς δ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. ᾄδει δὲ χρησμούς: ὁ δὲ γέρων σιβυλλιᾷ. ὁ δ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει: κᾆτα μαστιγούμεθα ἡμεῖς: Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε: ὁρᾶτε τὸν Ὕλαν δι ἐμὲ μαστιγούμενον· εἰ μή μ ἀναπείσετ, ἀποθανεῖσθε τήμερον. ἡμεῖς δὲ δίδομεν: εἰ δὲ μή, πατούμενοι ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα. κράτιστ ἐκείνην τὴν μόλωμεν ὦγαθέ. ἀλλ οὐχ οἱό῀ν τε τὸν Παφλαγόν οὐδὲν λαθεῖν: ἐφορᾷ γὰρ οὗτος πάντ. ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δ ἓτερον ἐν τἠκκλησίᾳ. τοσόνδε δ αὐτοῦ βῆμα διαβεβηκότος ὁ πρωκτός ἐστιν αὐτόχρημ ἐν Χάοσιν, τὼ χεῖρ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ ἐν Κλωπιδῶν. κράτιστον οὖν νῷν ἀποθανεῖν. ἀλλὰ σκόπει, ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα. πῶς δῆτα πῶς γένοιτ ἂν ἀνδρικώτατα· βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν. ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기