호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.? κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί. ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. κάκιστα δῆθ οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖς διαβολαῖς. ὦ κακόδαιμον πῶς ἔχεις· κακῶς καθάπερ σύ. δεῦρο δὴ πρόσελθ, ἵνα ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον. μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ. τί κινυρόμεθ ἄλλως· οὐκ ἐχρῆν ζητεῖν τινα σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι· τίς οὖν γένοιτ ἄν· λέγε σύ. σὺ μὲν οὖν μοι λέγε, ἵνα μὴ μάχωμαι. μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ. πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν· ἀλλ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. ἀλλ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε εἴποιμ ἂν αὐτὸ δῆτα κομψευριπικῶς· μὴ μοί γε, μὴ μοί, μὴ διασκανδικίσῃς: ἀλλ εὑρέ τιν ἀπόκινον ἀπὸ τοῦ δεσπότου. λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών. καὶ δὴ λέγω μόλωμεν. ἐξόπισθε νῦν αὐτὸ φάθι τοῦ μόλωμεν. αὐτό. πάνυ καλῶς. ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε τὸ μόλωμεν, εἶτα δ αὐτό, κᾆτ ἐπάγων πυκνόν. μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν. ἢν οὐχ ἡδύ· νὴ Δία: πλήν γε περὶ τῷ δέρματι δέδοικα τουτονὶ τὸν οἰωνόν. τί δαί· ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται. κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας. ποῖον βρέτας · ἐτεὸν ἡγεῖ γὰρ θεούς· ἔγωγε. ποίῳ χρώμενος τεκμηρίῳ· ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ. οὐκ εἰκότως· εὖ προσβιβάζεις μ. ἀλλ ἑτέρᾳ πῃ σκεπτέον. βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω· οὐ χεῖρον: ἓν δ αὐτοὺς παραιτησώμεθα, ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν, ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기