- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 683

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 683)

τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτ ἔπαθες:? καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος, ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου. οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην, βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας: ἀλλ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης, Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION