호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἠχήεσσα θάλασσα, τί τὸν Τιμάρεος οὕτως πλώοντ οὐ πολλῇ νηὶ Τελευταγόρην, ἄγρια χειμήνασα, κατεπρηνώσαο πόντῳ σὺν φόρτῳ, λάβρον κῦμ ἐπιχευαμένη·? χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιν τεθρήνητ ἄπνους εὐρεῖ ἐπ αἰγιαλῷ: Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶν τύμβον, δακρύει παῖδα Τελευταγόρην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기