호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ ὀστέα κεῖνα καλύπτει, οὐδ ἡ κυάνεον γράμμα λαλοῦσα πέτρη:? ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις: ἀντὶ δ ἐγὼ ξενίης Πολυμήδεος ἡ κενεὴ χθὼν ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기