호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰδότα κἠπ Ἄτλαντα τεμεῖν πόρον, εἰδότα Κρήτης κύματα καὶ Πόντου ναυτιλίην Μέλανος, Καλλιγένευς Διόδωρον Ὀλύνθιον ἴσθι θανόντα ἐν λιμένι, πρῴρης νύκτερον ἐκχύμενον, δαιτὸς ἐκεῖ τὸ περισσὸν ὅτ ἤμεεν.? ἆ πόσον ὕδωρ ὤλεσε τὸν τόσσῳ κεκριμένον πελάγει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기