호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα, μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης, οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν, θεσμῶν τ Αὐσονίων ἐλπίδα μαψιδέην, ἑβδόματον δέκατόν τε λαχὼν ἔτος:? ἐς δὲ κονίην ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη. καὶ τὸν μὲν κατέχει χθόνιος τάφος: ἀντὶ δ ἐκείνου οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기