호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα:? τοῦτο περισσὸν ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο. ἦ γὰρ ἐπ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων, Ιὄνιὸν θ ὑγρὸν κῦμα κατερχόμενος, τὴν μὲν ἔσωσ1, αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος, ἐβρώθην τοῖόν μοι ἐπ ἄγριον εὖ μέγα κῆτος ἦλθεν, ἀπέβροξεν δ ἄχρις ἐπ ὀμφαλίου. χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶν ἤρανθ, ἥμισυ δὲ πρίστις ἀπεκλάσατο: ᾐόνι δ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ, ἔκρυψαν πάτρην δ οὐ πάλιν ἱκόμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기